Ancient Greek
802
Pseudo-Justinus Martyr, De Resurrectione 802
Unproofread scanNot analysed yet
εἰκ· καὶ ψηλαφᾷν αὐτὸν ἐπέτρεπεν αὐτοῖς, καὶ τοὺς τύπους τῶν ἤλων ἐν ταῖς χερσὶν ἐπεδείκνυε. Καὶ πανταχόθεν αὐτὸν κατανοήσαντες, ὅτι αὐτός ἐστι, καὶ ἐν τῷ σώματι, παρεκάλεσαν αὐτὸν φαγεῖν μετ´ αὐτῶν, ἵνα καὶ διὰ τούτου βεβαίως μάθωσιν, ὅτι ἀληθῶς σωματικῶς ἀνέστη· καὶ ἔφαγε κηρίον καὶ ἰχθύν· καὶ οὕτως ἐπιδείξας αὐτοῖς, ὅτι ἀληθῶς σαρκὸς ἀνάστασίς ἐστι· βουλόμενος ἐπιδεῖξαι καὶ τοῦτο, καθὼς εἴρηκεν ἐν οὐρανῷ τὴν κατοίκησιν ἡμῶν ὑπάρχειν, ὅτι οὐκ ἀδύνατον καὶ σαρκὶ εἰς οὐρανὸν ἀνελθεῖν, ἀνελήφθη βλεπόντων αὐτῶν εἰς τὸν οὐρανὸν, ὡς ἧν ἐν τῇ σαρκί. Οὐκοῦν, εἴ τις ἀπαιτεῖ μετὰ πάντα τὰ εἰρημένα λόγους ἀποδεικτικοὺς περὶ ἀναστάσεως, οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἢ ἀνάστασις τῆς σαρκὸς δύναμις Θεοῦ ἐστι, καὶ ὑπεράνω λόγου παντὸς βεβαιωμένη μὲν πίστει, θεωρουμένη δὲ ἔργοις. Καὶ μετὰ βραχέα Χ. Ἀνάστασίς ἐστι τοῦ πεπτωκότος σαρκίου Πνεῦμα γὰρ οὐ πίπτει· ψυχὴ ἐν σώματί ἐστιν, οὐ ζῇ δὲ ἄψυχον. Σῶμα, ψυχῆς ἀπολειπούσης, οὐκ ἔστιν. Οἰκος γὰρ τὸ σῶμα ψυχῆς· πνεύματος δὲ ψυχὴ οἰκος. Τὰ τρία ταῦτα τοῖς ἐλπίδα εἰλικρινῆ καὶ πίστιν ἀδιάκριτον ἐν τῷ Θεῷ ἔχουσι σωθήσεται. Θεωροῦντες γοῦν καὶ τοὺς κοσμικοὺς λόγους, καὶ κατ´ αὐτοὺς οὐχ εὑρίσκοντες ἀδύνατον ὑπάρχειν τῇ σαρκὶ τὴν παλιγγενεσίαν, καὶ ἐπὶ τούτοις πᾶσι τὸν Σωτῆρα διὰ παντὸς τοῦ Εὐαγγελίου δεικνύντα τὴν τῆς σαρκὸς ἡμῶν σωτηρίαν· τί λοιπὸν ἀνεχόμεθα τῶν ἀπίστων καὶ σκανδάλων λόγων, καὶ λανθάνομεν ἐαυτοὺς ἐπιστρέφοντες εἰς τοὐπίσω, ὁπόταν ἀκούω μεν, ὅτι ἡ μὲν ψυχὴ ἀθάνατός ἐστι, τὸ δὲ σωμα φθαρτὸν, καὶ οὐκ ἔτι δυνάμενον ἀναζῆσαι; Ταῦτα γὰρ καὶ πρὸ τοῦ μαθεῖν τὴν ἀλήθειαν παρὰ Πυθαγόρου καὶ Πλάτωνος ἠκούομεν. Εἰ οὖν ταῦτα ἔλεγεν ὁ Σωτὴρ, καὶ μόνης τῆς ψυχῆς τὴν σωτηρίαν εὐαγγελίζετο, τί καινὸν ἡμῖν ἔφερε παρὰ Πυθαγόραν καὶ Πλάτωνα, καὶ τὸν τούτων χορόν; Νῦν δὲ τὴν καινὴν καὶ ξένην εὐαγγελιζόμενος ἡλθεν ἀνθρώποις ἐλπίδα. Ξένον δὲ ἄρα ἦν καὶ καινὸν τὸ τὸν Θεὸν ὑπισχνεῖσθαι, μὴ τῇ ἀφθαρσίᾳ τὴν ἀφθαρσίαν τηρεῖν, ἀλλὰ τὴν φθορὰν ἀφθαρσίαν ποιεῖν. Ἀλλὰ γὰρ οὐκ ἄλλως δυνάμενος τὸν λόγον λυμαίνεσθαι ὁ τῆς πονηρίας ἄρχων, ἐξέπεμψε τοὺς ἀποστόλους αὐτοῦ, κακοὺς καὶ λιμώδεις διδασκαλίας εἰσάγοντας, ἐκλεξάμενος αὐτοὺς ἐκ τῶν σταυρωσάντων τὸν Σωτῆρα ἡμῶν, οἵτινες τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἔφερον, τὰ δὲ ἔργα τοῦ πέμψαντος αὐτοὺς ἐποίουν, δι´ οὓς καὶ τῷ ὀνόματι ἠκολούθησεν ἡ βλασφημία. Εἰ δὲ μὴ ἀνίσταται ἡ σὰρξ, διὰ τί καὶ φυλάσσεται, καὶ οὐ μᾶλλον αὐτῇ συγχωροῦμεν χρήσασθαι ταῖς ἐπιθυμίαις· καὶ οὐ μιμούμεθα τοὺς ἰατροὺς, φασὶν, οἶτινες, ἐπειδὰν ἀπεγνωσμένον ἔχωσιν ἄνθρωπον σώζεσθαι μὴ δυνάΕἰ ροτί ἀκοά;