Ancient Greek
Fragment 6
Pseudo-Justinus Martyr, Fragmenta 6
Not analysed yet
Εἰ σύνδρομον ἔχει θεὸς τῇ φύσει τὴν θέλησιν ὥσπερ καὶ τὴν ἐνέργειαν (ἀεὶ γὰρ φύσει θελητικὸς καὶ ἐνεργητικὸς ὑπάρχει ὁ θεός), οὐδὲν τῶν θελητικῶν τῆς αὐτῆς αὐτῷ φυσικῆς ἔσται θελήσεως καὶ ἐνεργείας, ἐπεὶ καὶ φύσεως ἔσται πάντως τῆς αὐτῆς. Κατ' ἐνέργειαν δὲ καὶ φύσιν οὐκ οἶδεν ὁ θεὸς περιγραφήν.