Ancient Greek · ~3 min
Section 1
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 1
Not analysed yet
Ἀπῄειν ποτὲ ἐς Θετταλίαν· ἦν δέ μοι πατρικόν τι συμβόλαιον ἐκεῖ πρὸς ἄνθρωπον ἐπιχώριον· ἵππος δὲ με κατῆγε καὶ τὰ σκεύη καὶ θεράπων ἠκολούθει εἷς. ἐπορευόμην οὖν τὴν προκειμένην ὁδόν· καί πως ἔτυχον καὶ ἄλλοι ἀπιόντες ἐς Ὕπατα πόλιν τῆς Θετταλίας, ἐκεῖθεν ὄντες· καὶ ἁλῶν ἐκοινωνοῦμεν, καὶ οὕτως ἐκείνην τὴν ἀργαλέαν ὁδὸν ἀνύσαντες πλησίον ἤδη τῆς πόλεως ἦμεν, κἀγὼ ἠρόμην τοὺς Θετταλούς, εἴπερ ἐπίστανται ἄνδρα οἰκοῦντα ἐς τὰ Ὕπατα, Ἵππαρχον τοὔνομα. γράμματα δὲ αὐτῷ ἐκόμιζον οἴκοθεν, ὥστε οἰκῆσαι παρ’ αὐτῷ. οἱ δὲ εἰδέναι τὸν Ἵππαρχον τοῦτον ἔλεγον καὶ ὅπη τῆς πόλεως οἰκεῖ καὶ ὅτι ἀργύριον ἱκανὸν ἔχει καὶ ὅτι μίαν θεράπαιναν τρέφει καὶ τὴν αὑτοῦ γαμετὴν μόνας· ἔστι γὰρ φιλαργυρώτατος δεινῶς. ἐπεὶ δὲ πλησίον τῆς πόλεως ἐγεγόνειμεν, κῆπός τις ἦν καὶ ἔνδον οἰκίδιον ἀνεκτόν, ἔνθα ὁ Ἵππαρχος ᾤκει.