Ancient Greek · ~4 min
Section 24
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 24
Not analysed yet
ἐπεὶ δὲ ἥκομεν ἔνθα ἐσχίζετο τριπλῆ ὁδός, οἱ πολέμιοι ἡμᾶς καταλαμβάνουσιν ἀναστρέφοντες καὶ πόρρωθεν εὐθὺς πρὸς τὴν σελήνην ἔγνωσαν τοὺς δυστυχεῖς αἰχμαλώτους καὶ προσδραμόντες λαμβάνονταί μου καὶ λέγουσιν, Ὦ καλὴ κἀγαθὴ σὺ παρθένος, ποῖ βαδίζεις ἀωρίᾳ ταλαίπωρε; οὐδὲ τὰ δαιμόνια δέδοικας; ἀλλὰ δεῦρο ἴθι πρὸς ἡμᾶς, ἡμεῖς σε τοῖς οἰκείοις ἀποδώσομεν, σαρδώνιον γελῶντες ἔλεγον, κἀμὲ ἀποστρέψαντες εἷλκον ὀπίσω. κἀγὼ περὶ τοῦ ποδὸς καὶ τοῦ τραύματος ἀναμνησθεὶς ἐχώλευον· οἱ δέ, Νῦν, ἔφασαν, χωλὸς ὅτε ἀποδιδράσκων ἑάλωκας; ἀλλ’ ὅτε φεύγειν ἐδόκει σοι, ὑγιαίνων ἵππου ὠκύτερος καὶ πετεινὸς ἦσθα. τοῖς δὲ λόγοις τούτοις τὸ ξύλον εἵπετο, καὶ ἤδη ἕλκος τῷ μηρῷ εἶχον νουθετούμενος. ἐπεὶ δὲ εἴσω πάλιν ἀνεστρέψαμεν, τὴν μὲν γραῦν εὕρομεν ἐκ τῆς πέτρας κρεμαμένην ἐν καλωδίῳ· δείσασα γάρ, οἷον εἰκός, τοὺς δεσπότας ἐπὶ τῇ τῆς παρθένου φυγῇ κρημνᾷ ἑαυτὴν σφίγξασα ἐκ τοῦ τραχήλου. οἵ δὲ τὴν γραῦν θαυμάσαντες τῆς εὐγνωμοσύνης τὴν μὲν ἀπολύσαντες ἐς τὸν κρημνὸν κάτω ἀφῆκαν ὡς ἦν ἐν τῷ δεσμῷ, τὴν δὲ παρθένον ἔνδον κατέδησαν, εἶτα ἐδείπνουν, καὶ πότος ἦν μακρός.