Ancient Greek · ~5 min
Section 31
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 31
Not analysed yet
ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμῃ. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον τὸ πολὺ συνενεγκὼν κατέδησεν ἐπ’ ἐμὲ καὶ δεσμῷ ἀργαλέῳ εὖ μάλα προσέδησέ με τῷ φορτίῳ κακὸν ἐμοὶ μέγα τυρεύων. ἐπεὶ δὲ προϊέναι λοιπὸν ἔδει, ἐκ τῆς ἑστίας κλέψας δαλὸν ἔτι θερμόν, ἐπειδὴ πόρρω τῆς αὐλῆς ἐγενόμεθα, τὸν δαλὸν ἐνέκρυψεν εἰς τὸ στυππεῖον. τὸ δὲ —τί γὰρ ἄλλο ἐδύνατο; —εὐθὺς ἀνάπτεται, καὶ λοιπὸν οὐδὲν ἔφερον ἄλλο ἢ πῦρ ἄπλετον. μαθὼν οὖν ὡς αὐτίκα ὀπτήσομαι, ἐν τῇ ὁδῷ τέλματι βαθεῖ ἐντυχὼν ῥίπτω ἐμαυτὸν τοῦ τέλματος ἐς τὸ ὑγρότατον· εἶτα ἐκύλιον ἐνταῦθα τὸ στυππεῖον καὶ δινῶν καὶ στρέφων ἐμαυτὸν τῷ πηλῷ κατέσβεσα τὸ θερμὸν ἐκεῖνο καὶ πικρὸν ἐμοὶ φορτίον, καὶ οὕτω λοιπὸν ἀκινδυνότερον ἐβάδιζον τὴς ὁδοῦ τὸ ἐπίλοιπον. οὐδὲ γὰρ ἔτι με ἀνάψαι τῷ παιδὶ δυνατὸν ἦν τοῦ στυππείου πηλῷ ὑγρῷ πεφυρμένου. καὶ τοῦτό γε ὁ τολμηρὸς παῖς ἐλθὼν ἐμοῦ κατεψεύσατο, εἰπὼν ὡς παριὼν ἑκὼν ἑαυτὸν ἐνσείσαιμι τῇ ἑστίᾳ. καὶ τότε μὲν ἐκ τοῦ στυππείου μηδὲ ἐλπίζων ὑπεξῆλθον.