Ancient Greek · ~5 min
Section 33
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 33
Not analysed yet
ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ’ εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾷ ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε. ὁ μὲν οὖν ἀκάθαρτος παῖς ὁ ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ’ ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό μὲ ἐκ τοῦ θανάτου δεινὰ ἐπ’ ἐμοὶ βουλευσάμενος. Μηδαμῶς, ἔφη, ἀποσφάξῃς ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρῳ καὶ οἴστρῳ φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῇ τομῇ. οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπῄνουν τὸν σύμβουλον, ὡς εὖ λέγει, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῷ ὄνῳ ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτῳ οἰκτίστῳ ὁλόκληρος ἔτι καὶ ἀκέραιος νεκρὸς τεθνήξομαι.