Ancient Greek
Section 13
Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους 13
Not analysed yet
Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς ᾿Δρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθείς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·