Ancient Greek
Section 2
Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους 2
Not analysed yet
ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε δὲ καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ᾽ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ᾽ ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν. Γέγονε ταῦτα, ὦ Ἔρμιππε. οὐ μέντοι γε οὐδ᾽ ἐμοὶ ῥᾴδιον ἐπ᾿ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τὲ διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.