Ancient Greek
Section 28
Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους 28
Not analysed yet
Τοσοῦτον μὲν δὴ κἀγὼ τὸν λόγον ἐποιησάμην, πολλὰ τῶν ἐνόντων μοι περὶ κάλλους εἰπεῖν ἀφελών, ἐπειδὴ τὴν συνουσίαν ἐπὶ πολὺ παρατεινομένην ἑώρων. Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας. σχεδὸν δ’ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.