Ancient Greek
Section 20
Pseudo-Lucian, Κυνικός 20
Not analysed yet
ἵνα δὲ μάθῃς περὶ τοῦ σχήματος, ὡς οὐκ ἀνδράσι μόνον ἀγαθοῖς, ἀλλὰ καὶ θεοῖς πρέποντος ἔπειτα καταγελᾶς αὐτοῦ. σκέψαι τὰ ἀγάλματα τῶν θεῶν. πότερά σοι δοκοῦσιν ἔχειν ὁμοίως ὑμῖν ἢ ἐμοί; καὶ μὴ μόνον γε τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν βαρβάρων τοὺς ναοὺς ἐπισκόπει περιιών, πότερον [αὐτοὶ] οἱ θεοὶ κομῶσι καὶ γενειῶσιν ὡς ἐγὼ ἢ καθάπερ ὑμεῖς ἐξυρημένοι πλάττονται καὶ γράφονται. καὶ μέντοι καὶ ἀχίτωνας ὄψει τοὺς πολλοὺς ὥσπερ ἐμέ. τί ἂν οὖν ἔτι τολμῴης περὶ τούτου τοῦ σχήματος λέγειν ὡς φαύλου, ὁπότε καὶ θεοῖς φαίνεται πρέπον;