Ancient Greek · ~4 min
Section 10
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 10
Not analysed yet
τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομον τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρὶς αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία. μὲν οὖν ἦν ἄν μοι περιττὴ πάντως, τὸ δ’ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ ποιητικὸν φῦλον ἐλεύθερον· σοὶ δ’ ἴσως εὐλάβεια τὸ τῆς παροιμίας σκῶμμα ἐπὶ τῇ ἀσυμμετρίᾳ ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ θυλάκω.