Ancient Greek · ~2 min
Section 14
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 14
Not analysed yet
ἔρωτι δὴ πάντα πόριμα, κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασι καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει. σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τῶν ὀνομάτων καὶ τῶν νοημάτων τὴν ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων· μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχε τὸν λόγον.