Ancient Greek · ~3 min
Section 17
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 17
Not analysed yet
Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν μικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, καὶ δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν, μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.