Ancient Greek · ~2 min
Section 19
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 19
Not analysed yet
ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν, Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὰν κυανάμπυκα Θήβαν, ἢ τὸ πάντολμον σθένος Ἡρακλέους, ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν, ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν; οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.