Ancient Greek
Section 35
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 35
Not analysed yet
πρὸς Παρμενίωνα μὲν ταῦτα. τοιούτους δὲ τινας καὶ πρὸς ἐμὲ λύγους ἐποιήσατο· τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων, ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ ἀστικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας ἡμῖν; ἁι μὲν τριήρεις καὶ ὁ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήναφος. τί δ’ ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; εἰ δὲ μὴ Δημοσθένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν πόλιν ἢ Θηβαίους καὶ Θετταλοὺς ἀπατῶντες, βιαζόμενοι, φθαάνοντες, ὠνούμενοι· νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορε καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκε καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγήμασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἄνθρωπός ἐστι, μὴ πάντ’ ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ’ αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.