Ancient Greek · ~3 min
Section 37
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 37
Not analysed yet
τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους· ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε. ἔφη, ποιοῦσιν ᾿Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμάτων ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέχει, καταλαμβάνει, πόρους εὑρίσκει, δύναμιν συλλέγει, ἐπιμήκεις στόλους ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.