Ancient Greek · ~1 min
Section 7
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 7
Not analysed yet
καί μοι πολλάκις ἔδοξεν -οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην -εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης, ὁ τὴν παρρησίαν, ὡς φασίν, ἀνειμένος, τοῦ τοὺς Ἀχαιοὺς Ἀχαιίδας προσειπόντος, διαρχεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.