Ancient Greek · ~3 min
Section 1
Pseudo-Lucian, Ἀλκυών 1
Not analysed yet
Τίς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν καὶ τῆς ἄκρας ἐκείνης; ὡς ἡδεῖα ταῖς ἀκοαῖς. τί ποτ’ ἄρ’ ἐστὶ τὸ φθεγγόμενον ζῷον; ἄφωνα γὰρ δὴ τά γε καθ’ ὕδατος διαιτώμενα. Θαλαττία τις, ὦ Χαιρεφῶν, ὄρνις ἀλκυὼν ὀνομαζομένη, πολύθρηνος καὶ πολύδακρυς, περὶ ἧς δὴ παλαιὸς ἀνθρώποις μεμύθευται λόγος· φασὶ γυναῖκά ποτε οὖσαν Αἰόλου τοῦ Ἕλληνος θυγατέρα κουρίδιον ἄνδρα τὸν αὐτῆς τεθνεῶτα θρηνεῖν πόθῳ φιλίας, Κήϋκα τὸν Τραχίνιον τὸν Ἑωσφόρου τοῦ ἀστέρος, καλοῦ πατρὸς καλὸν υἱόν· εἶτα δὴ πτερωθεῖσαν διά τινα δαιμονίαν βούλησιν εἰς ὄρνιθος τρόπον περιπέτεσθαι τὰ πελάγη ζητοῦσαν ἐκεῖνον, ἐπειδὴ πλαζομένη γῆν περὶ πᾶσαν οὐχ οἵα τ’ ἦν εὑρεῖν.