Ancient Greek
Section 5
Pseudo-Lucian, Ἀλκυών 5
Not analysed yet
Τίς δ’ ἀνθρώπων, ὦ Σώκρατες, νοῆσαι δύναιτ’ ἂν ἢ ὀνομάσαι τι τῶν τοιούτων; οὐδὲ γὰρ εἰπεῖν ἐφικτόν. Οὔκουν δὴ θεωροῦμεν καὶ ἀνθρώπων πρὸς ἀλλήλους συμβαλλομένων μεγάλας τινὰς ὑπεροχὰς ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἀδυναμίαις ὑπαρχούσας; ἡ γὰρ τῶν ἀνδρῶν ἡλικία πρὸς τὰ νήπια παντελῶς βρέφη, τὰ πεμπταῖα ἐκ γενετῆς ἢ δεκαταῖα, θαυμαστὴν ὅσην ἔχει τὴν διαφορὰν δυνάμεώς τε καὶ ἀδυναμίας ἐν πάσαις σχεδὸν ταῖς κατὰ τὸν βίον πράξεσι, καὶ ὅσα διὰ τῶν τεχνῶν τούτων οὕτως πολυμηχάνων καὶ ὅσα διὰ τοῦ σώματος καὶ τῆς ψυχῆς ἐργάζονται· ταῦτα γὰρ τοῖς νέοις, ὥσπερ εἶπον, παιδίοις οὐδ’ εἰς νοῦν ἐλθεῖν δυνατὰ φαίνεται.