Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0061.tlg005.1st1K-grc1, lines 1.125-1.168
Pseudo-Lucian, Ὠκύπους 1.125-168
Not analysed yet
Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν;
πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον.
Ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα,
πλάσσει τὸ λοιπὸν οὓς θέλει κενοὺς λόγους
εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.
καὶ νῦν μὲν ἀκμὴν εἷς . . . . .
ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγήσῃς πόδα,
στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω·
τοῦτ’ ἔστ’ ἐχεῖνο, Κἂν θέλῃς, κἂν μὴ θέλῃς.
Τί δ’ ἔστ’ ἐκεῖνο γ’, εἰπέ, καὶ τί κλῄζεται;
Ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς.
Οἴμοι. τί τοῦτο; λέξον, ὦ, δέομαι, γέρον.
Ἐκ τοῦ τόπου μὲν οὗ πονεῖς ἀρχὴν ἔχει.
Ποδὸς μὲν ἀρχὴν ὄνομ’ ἔχει, καθὼς λέγεις;
Τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν.
Καὶ πῶς με τὸν δύστηνον ἔτι . . . .
Ζεινή περ οὖσα. φείδεται γὰρ οὐδενός.
Σωτήρ, τί λέγεις; τί δέ με . . . . . ;
Ἄφες με μικρόν ἠλόγημαι σοῦ χάριν.
Τί δ’ ἔστι δεινὸν ἢ τί συμβέβηκέ μοι;
Εἰς δεινὸν ἦλθες πόνον ἀχώριστον ποδός.
Οὐκοῦν με δεῖ πρόχωλον ἐξαντλεῖν βίον;
Χωλὸς μὲν ἂν ᾖς, οὐδέν ἐστι, μὴ φοβοῦ.
Τί δ’ ἔστι χεῖρον;
Ἀμφοῖν ποδοῖν σε συμποδισθῆναι μένει.
Οἴμοι. πόθεν μοι καινὸς εἰσῆλθεν πόνος
ποδὸς δι᾿ ἄλλου. καί με συμπάσχει κακῶς;
ἢ πῶς ὅλος πέπηγα μεταβῆναι θέλων;
δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα,
νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος.
ἀλλ’ ἄντομαί σε πρὸς θεῶν, Σωτήριχε,
εἴπερ τι τέχνη σὴ δύναται, μηδὲν φθονῶν
θεράπευσον ἡμᾶς, εἰ δὲ μή, διοίχομαι·
πάσχω γὰρ ἀφανῶς, κατὰ ποδὼν τοξεύομαι.
Τοὺς μὲν πλανήτας περιελὼν λόγους ἐγώ,
τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον,
ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον.
τὰ πάντα σοι πάσχοντι συντόμως φράσω.
ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν·
οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,
ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον.
δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην,
ἧς οὐκ ἂν ἂραιτ’ ἄχθος ἀνθρώπων φύσις.
Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι.