Ancient Greek
Edition urn:cts:greekLit:tlg0061.tlg005.1st1K-grc1, lines 1.78-1.124
Pseudo-Lucian, Ὠκύπους 1.78-124
Not analysed yet
Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,
σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε,
δεινὸς πόνος μὲ τοῦ ποδὸς δάκνει κακῶς,
δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποδί.
Πόθεν; τί παθών; μήνυσον, ἢ ποίῳ τρόπῳ;
μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς
κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών.
Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν
δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων.
Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ
τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν;
Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,
εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν.
Τί οὖν δοκεῖ σοι; κατακνήσω σου τὸν πόδα;
ἂν γὰρ παράσχῃς μοί σε, γιγνώσκειν σε χρή,
ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ.
Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,
ἵν᾿ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον.
Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν.
ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον.
Ἔα, ἔα.
Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.
τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον;
μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσί.
ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων.
οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει,
ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,
φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς
κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·
ἔπειτα νυκτὸς διυπνίσας ἐχραύγασεν
ὡς δαίμονι πληγείς, καὶ φόβος πάντας λάβεν.
ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην;
δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός.
πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος
ὁποῖα κῆρυξ ἐξεθρήνει τὸν πόδα.
ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν
θρηνῶν πυρέσσων ἐπ’ ἐμοὶ βάζων ***
ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο.
τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια.
Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται
καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων.
ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδὴ λέγων
πεινῶντ’ ἔοικε μαστίχην μασωμένῳ.
Πλανᾷς ἅπαντας, ἄλλα δ’ ἐξ ἄλλων λέγεις,
λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις.