Ancient Greek
Section 10
Pseudo-Lucian, Philopatris 10
Not analysed yet
ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι. Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια. Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.