Ancient Greek
Section 14
Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος 14
Not analysed yet
Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα; Τὰ ποῖα; Τὰ τῆς εἱμαρμένης. Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ. Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε, μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν· ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολας· ἔνθα δ’ ἔπειτα πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι· ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι. ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ. ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης. μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν· ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. ἔνθα δ’ ἔπειτα πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι. θανάτοιο δυσηχέος ἐξαναλῦσαι, αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ.