Ancient Greek · ~4 min
Section 10
Pseudo-Lucian, Ἔρωτες 10
Not analysed yet
δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.