Ancient Greek · ~3 min
Section 13
Pseudo-Lucian, Ἔρωτες 13
Not analysed yet
ἐπεὶ δ’ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν, εἴσω τοῦ νεὼ παρῄειμεν. ἡ μὲν οὖν θεὸς ἐν μέσῳ καθίδρυται —Παρίας δὲ λίθου δαίδαλμα κάλλιστον —ὑπερήφανον καὶ σεσηρότι γέλωτι μικρὸν ὑπομειδιῶσα. πᾶν δὲ τὸ κάλλος αὐτῆς ἀκάλυπτον οὐδεμιᾶς ἐσθῆτος ἀμπεχούσης γεγύμνωται, πλὴν ὅσα τῇ ἑτέρᾳ χειρὶ τὴν αἰδῶ λεληθότως ἐπικρύπτειν. τοσοῦτό γε μὴν ἡ δημιουργὸς ἴσχυσε τέχνη, ὥστε τὴν ἀντίτυπον οὕτω καὶ καρτερὰν τοῦ λίθου φύσιν ἑκάστοις μέλεσιν ἐπιπρέπειν. ὁ γοῦν Χαρικλῆς ἐμμανές τι καὶ παράφορον ἀναβοήσας, Εὐτυχέστατος, εἶπε, θεῶν ὁ διὰ ταύτην δεθεὶς Άρης, καὶ ἅμα προσδραμὼν λιπαροῖς τοῖς χείλεσιν ἐφ’ ὅσον ἦν δυνατὸν ἐκτείνων τὸν αὐχένα κατεφίλει· σιγῇ δ’ ἐφεστὼς ὁ Καλλικρατίδας κατὰ νοῦν ἀπεθαύμαζεν. ἔστι δ’ ἀμφίθυρος ὁ νεὼς τοῖς θέλουσι καὶ κατὰ νώτου τὴν θεὸν ἰδεῖν ἀκριβῶς, ἵνα μηδὲν αὐτῆς ἀθαύμαστον ᾖ. δι’ εὐμαρείας οὖν ἐστι τῇ ἑτέρα πύλῃ παρελθοῦσι τὴν ὄπισθεν εὐμορφίαν διαθρῆσαι.