Ancient Greek · ~2 min
Section 18
Pseudo-Lucian, Ἔρωτες 18
Not analysed yet
καλῶς ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς μὲ πιεζούσης φροντίδος, οἱ δ’ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ’ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσι τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ’ ἀμφοτέροις κλῆρον ὑπὲρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην.