Ancient Greek
Section 2
Pseudo-Lucian, Ἔρωτες 2
Not analysed yet
Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν.