Ancient Greek · ~3 min
Section 20
Pseudo-Lucian, Ἔρωτες 20
Not analysed yet
κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.