Ancient Greek
Section 37
Pseudo-Lucian, Ἔρωτες 37
Not analysed yet
μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου συμφορήσας ἑταιρικὰ διηγήματα γυμνῷ τῷ λόγῳ τῆς σεμνότητος ἡμῶν καταπόμπευε μηδὲ τὸν οὐράνιον Ἔρωτα τῷ νηπίῳ συναρίθμει, λογίζου δὲ ὀψὲ μὲν ἡλικίας τὰ τοιαῦτα μεταμανθάνων, ὅμως δ’ οὖν λογίζου νῦν γε, ἐπειδήπερ οὐ πρότερον, ὅτι διπλοῦς θεὸς ὁ Ἔρως, οὐ κατὰ μίαν ὁδὸν φοιτῶν οὐδὲ ἑνὶ πνεύματι τὰς ἡμετέρας ψυχὰς ἐρεθίζων, ἀλλ’ ὁ μέν, ὡς ἄν, οἶμαι, κομιδῇ νήπια φρονῶν, οὐδενὸς αὐτοῦ τὴν διάνοιαν ἡνιοχεῖν δυναμένου λογισμοῦ, πολὺς ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθροίζεται, μάλιστα δὲ αὐτῷ γυναικεῖοι πόθοι μέλουσιν· οὗτός ἐστιν ὁ τῆς ἐφημέρου ταύτης ὕβρεως ἑταῖρος ἀκρίτῳ φορᾷ πρὸς τὸ βουλόμενον ἄγων. ἕτερος δὲ Ἔρως Ὠγυγίων πατὴρ χρόνων, σεμνὸν ὀφθῆναι καὶ πάντοθεν ἱεροπρεπὲς θέαμα, σωφρονούντων ταμίας παθῶν ἤπια ταῖς ἑκάστου διανοίαις ἐμπνεῖ, καὶ λαχόντες ἵλεω τοῦδε τοῦ δαίμονος ἡδονὴν ἀρετῇ μεμιγμένην ἀσπαζόμεθα· δισσὰ γὰρ ὄντως κατὰ τὸν τραγικὸν πνεύματα πνεῖ ὁ Ἔρως, ἑνὸς δὲ ὀνόματος οὐχ ὅμοια τὰ πάθη κεκοινώνηκε· καὶ γὰρ Αἰδὼς ὠφελείας ὁμοῦ καὶ βλάβης ἀμφίβολός ἐστι δαίμων· Αἰδὼς ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. οὐ μὴν οὐδ’ Ἐρίδων γένος ἔστιν ἕν, ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύω, τὴν μέν κεν ἐπαινήσειε νοήσας. ἡ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. οὐδὲν οὖν παράδοξον, εἰ πάθος ἀρετῇ κοινὴν προσηγορίαν ἔχειν ἔτυχεν, ὥστε ἔρωτα καλεῖσθαι καὶ τὴν ἀκόλαστον ἡδονὴν καὶ τὴν σωφρονοῦσαν εὔνοιαν.