Ancient Greek · ~3 min
Section 39
Pseudo-Lucian, Ἔρωτες 39
Not analysed yet
εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς κακοδαιμονίας, ἐν οἷς ὀδόντων σμηκτικαὶ δυνάμεις ἢ βλέφαρα μελαίνουσα τέχνη θησαυρίζεται.