Ancient Greek
Section 45
Pseudo-Lucian, Ἔρωτες 45
Not analysed yet
πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι λιπαρῶς ἐναθλήσας, ἐπειδὰν ἡ διάνοια τῶν ἐγκυκλίων ἀγαθῶν κορεσθῇ, τὸ σῶμα ταῖς ἐλευθερίοις ἀσκήσεσιν ἐκπονεῖ· Θεσσαλοὶ γὰρ ἵπποι μέλουσιν αὐτῷ· καὶ βραχὺ τὴν νεότητα πωλοδαμνήσας ἐν εἰρήνῃ μελετᾷ τὰ πολεμικὰ ἄκοντας ἀφιεὶς καὶ βέλη δι᾿ εὐστόχου δεξιᾶς ἀποπάλλων. εἶθ’ αἱ λιπαραὶ παλαῖστραι, καὶ πρὸς ἡλίου μεσημβρινὸν θάλπος ἐγκονίεται τὸ σῶμα πυκνούμενον, οἵ τε τῶν ἐναγωνίων πόνων ἀποσταλάζοντες ἱδρῶτες, μεθ’ οὓς λουτρὰ σύντομα καὶ τράπεζα τῇ μετὰ μικρὸν ἐπινήφουσα πράξει· πάλιν γὰρ αὐτῷ διδάσκαλοι καὶ παλαιῶν ἔργων αἰνιττόμεναι καὶ ἐπιμελούμεναι μνῆμαι, τίς ἀνδρεῖος ἥρως ἢ τίς ἐπὶ φρονήσει μαρτυρούμενος ἢ οἷοι δικαιοσύνην καὶ σωφροσύνην ἠσπάσαντο. τοιαύταις ἀρεταῖς ἁπαλὴν ἔτι τὴν ψυχὴν ἐπάρδων, ὅταν ἑσπέρα τὴν πρᾶξιν ὁρίσῃ, τῇ γαστρὸς ἀνάγκῃ τὸν ὀφειλόμενον δασμὸν ἐπιμετρήσας ἡδίους ὕπνους καθεύδει τοῖς μεθ’ ἡμέραν καμάτοις ἐπηρεμῶν ἐπίφθονον.