Ancient Greek · ~4 min
Section 5
Pseudo-Lucian, Ἔρωτες 5
Not analysed yet
Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων, ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι. τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων, Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων. σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν. δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.