Ancient Greek · ~3 min
Section 50
Pseudo-Lucian, Ἔρωτες 50
Not analysed yet
Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’ ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.