Ancient Greek
XI. ΣΤΡΥΜΩΝ.
Pseudo-Plutarch, De Fluviis 1-11
Not analysed yet
1. Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος ᾀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθῶν τοὺς δορυφόρους, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἴρριψεν εἰς ποταμὸν Κόνοζον, ὃς ἀπʼ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη. Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἡλίκης, ἀκούσας περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον, ὃς ἀπʼ αὐτοῦ Στρυμὼν μετωνομάσθη.