Ancient Greek
XIX. ΑΛΦΕΙΟΣ.
Pseudo-Plutarch, De Fluviis 1-19
Not analysed yet
1. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας κατὰ Πίσαν τῆς Ὀλυμπίας ἐκαλεῖτο δὲ τὸ πρότερον Στύμφηλος ἀπὸ Στυμφήλου τοῦ Ἄρεως καὶ Δορμοθέας παιδός. Οὗτος γὰρ τὸν υἱὸν Ἀλκμαίωνα τὸν φίλιππον ἀποβαλὼν καὶ ἀθυμία συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Νύκτιμον· ὃς (καὶ) ἀπʼ αὐτοῦ Στύμφηλος μετωνομάσθη. Ἀλφειὸς δὲ ἐκλήθη διʼ αἰτίαν τοιαύτην. Ἀλφειὸς εἷς τῶν τὸ γένος ἀφʼ Ἡλίου καταγαγόντων ἁμιλληθεὶς Κερκάφῳ τῷ ἀδελφῷ περὶ ἀρχῆς, ἀνεῖλε τὸν προειρημένον καὶ ὑπὸ Ποινῶν ἐλαυνόμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Νύκτιμον, ὃς (καὶ) ἀπʼ αὐτοῦ Ἀλφειὸς μετωνομάσθη.