Ancient Greek
2 to 3
Pseudo-Plutarch, De Fluviis 2-11-3
Not analysed yet
2. Γεννᾶται δὲ ἐν αὐτῷ φυτὸν ἁλίνδα καλούμενον· παρόμοια δὲ ἔχει τὰ φύλλα κράμβης. Τοῦτο λειοτριβοῦντες οἱ τὴν χώραν κατοικοῦντες ἀλείφονται τῷ χυλῷ καὶ θερμαινόμενοι τὸ ψῦχος εὐρώστως καρτεροῦσιν. Καλοῦσι δὲ τῇ σφῶν διαλέκτῳ Βηρωσσοῦ ἔλαιον. 3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δὲ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσι· καὶ ὃς ἂν εὑρεθῆ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γ΄ περὶ Φυτῶν· μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν α΄ περὶ Λίθων.