Ancient Greek
XVI. ΝΕΙΛΟΣ
Pseudo-Plutarch, De Fluviis 2-12
Not analysed yet
2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κυάμῳ παρόμοιος, ἃν ἐὰν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι ποιεῖ δὲ πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, κόλλωτες καλούμενοι τούτους κατὰ τὴν ἀσέβειαν τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος, ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν, καθὼς ἱστορεῖ Θράσυλος ἐν τοῖς Αἰγυπτιακοῖς.