Ancient Greek
2 to 4
Pseudo-Plutarch, De Fluviis 2-16-4
Not analysed yet
2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος· ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς φαστέρας ἐπιτιθέασι καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος. 3. Γλεννᾶται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἄξαλλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορίνθιος ἐν ιγ΄ περὶ Ποταμῶν. 4. Παράκειται δʼ αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλεῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἄριστα πρὸς ἀμβλυωπίας εἰς ὕδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων.