Ancient Greek
2 to 3
Pseudo-Plutarch, De Fluviis 2-17-3
Not analysed yet
2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ ῥίπτουσιν εἰς ἠροτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλῃ γίνεσθαι, μένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δʼ εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἅλλεται. 3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἢν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α΄ περὶ Ποταμῶν.