Ancient Greek
II. ΙΣΜΗΝΟΣ.
Pseudo-Plutarch, De Fluviis 2-2
Not analysed yet
2. Παράκειται δὲ αὐτῷ Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον δι᾿ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυεῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἴφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἐνέπεσεν τοῖς Εὐρυθεμίστης ὤμοις καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας τὴν μὲν κόρην ἔγημεν, τὸ δὲ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δὲ ἐκλήθη Κιθαιρών διʼ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐρινύων εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς οὐδὲ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δὲ ἀποτυχοῦσα τῆς προαιρέσεως ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δὲ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν Ἀστερίου ποιμαίνοντα ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπʼ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς.