Ancient Greek
ΙΙΙ. ΕΒΡΟΣ.
Pseudo-Plutarch, De Fluviis 3-2
Not analysed yet
3. Τεννᾶται δὲ ἐν αὐτῷ τῷ προειρημένῳ ποταμῷ βοτάνη παρόμοιος ὀριγάνῳ, ἧς τὰ ἄκρα δρεψάμενοι Θρᾷκες, ἐπιτιθέασιν πυρὶ μετὰ τὸν κόρον τῆς δημητριακῆς τροφῆς, καὶ τὴν ἀναφερομένην ἀναθυμίασιν δεχόμενοι ταῖς ἀναπνοιαῖς καροῦνται καὶ εἰς βαθὺν ὕπνον καταφέρονται. 4. Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. διασπαράξασαι τὸν Ὀρφέα τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον· καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλεν τὴν μορφὴν (τοῦ σώματος) ἡ δὲ λύρα κατηστερίσθη κατὰ προαίρεσιν Ἀπόλλωνος ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἀνεφάνη βοτάνη κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων αὕτη κιθάρας ἀναδίδωσιν ἦχον· οἱ δʼ ἐγχώριοι ωεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες ὕμνον ᾄδουσιν· Μὴ τότε φρονήσῃς, ὅταν ἔσῃ μάτην φρονῶν· καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γ΄ τῶν Θρᾳκικῶν.