Ancient Greek
3 to 5
Pseudo-Plutarch, De Fluviis 3-7-5
Not analysed yet
3. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος κατ᾿ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους, καθὼς ἱστορεῖ Δημάρατος ἐν γ´ περὶ Ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν α´ περὶ Λίθων. 4. Παράκειται δ᾿ αὐτῷ ὄρος Σίπυλον τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατʼ ἄγνοιαν καὶ ὑπʼ Ἐρινύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθεν καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψεν. Τὸ δὲ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ᾿ αὐτοῦ Σίπυλον ὠνομάσθη. 5. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι καὶ οὐδέποτς χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δ΄ περὶ Λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʼ Φρυγίας.