Ancient Greek
VII. ΠΑΚΤΩΛΟΣ.
Pseudo-Plutarch, De Fluviis 4-4
Not analysed yet
4. Γεννᾶται δὲ βοτάνη πορφυράνθεμος, καλουμένη χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν. Ἅμα γὰρ αὐτὸν χωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόδευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυ σοῦται· ἐὰν δʼ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὔλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γ περὶ Ποταμῶν.