Ancient Greek · ~2 min
Book 1
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ εἱμαρμένης
Not analysed yet
Ἡράκλειτος πάντα καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρʼ ἡμᾶς αἰτίαν. οἱ Στωικοὶ Πλάτωνι ἐμφερῶς, καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δʼ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν συμπλοκῇ καὶ τὸ παρʼ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι τὰ δʼ ἀνειμάρθαι.