Ancient Greek · ~2 min
1.Περὶ ἀνάγκης. to 1.Περὶ οὐσίας ἀνάγκης.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ ἀνάγκης.-1.Περὶ οὐσίας ἀνάγκης.
Not analysed yet
Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός. Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν. Πλάτων τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δʼ εἰς ἀνάγκην. Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης· Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν.