Ancient Greek · ~2 min
Book 1
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ κινήσεως.
Not analysed yet
Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ. Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ. Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ παλμόν. Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν. Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς.