Ancient Greek · ~4 min
Book 1
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ σωμάτων.
Not analysed yet
σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει ἢ ὄγκος· ἀντίτυπος ὅσον ἐφʼ ἑαυτῷ · ἢ τὸ κατέχον τόπον. Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν · ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως. οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου· βαρὺ δὲ τὸ εἰς μέσον· βαρὺ δʼ οὐκ ἔστι τὸ μέσον. Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν · κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.