Ancient Greek · ~3 min
Book 1
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ τύχης
Not analysed yet
Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ παρακολούθημα. Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γινομένοις, ἄδηλον καὶ ἄστατον. διαφέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων ζῴων καὶ τῶν ἀψύχων σωμάτων. Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, ἃ δὲ καθʼ εἱμαρμένην ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.