Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ κόσμου.
Not analysed yet
Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ἕνα τὸν κόσμον. Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν. Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. Σέλευκος ἄπειρον τὸν κόσμον. Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι. οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον.