Ancient Greek · ~5 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ οὐσίας ἡλίου.
Not analysed yet
Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτʼ εἶναι τὸν ἥλιον. Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ νέφος πεπυρωμένον. οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον. Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου. Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς αὐγῆς κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἣλιον. Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον.